Γέν Ἔξ Λευ Ἀρι Δευτ Ἰησ Κριτ Ῥούθ ΒασΓʹ ΒασΒʹ ΒασΓ ΒασΔʹ ΠαραΑʹ ΠαραΒʹ ἜσδΑʹ ἜσδΒʹ Τωβ Ἰουδ Ἐσθήρ Ἰώβ Ψαλ Παρ Ἐκκλ Ἆσμα Σαλ Σει Ἠσα Ἱερ Θρῆ Βαρ Ἰεζ Δαν Ὡσηέ Ἰωήλ Ἀμώς Ὀβδ Ἰων Μιχ Ναο Ἀμβ Zeph Ἀγγ Zech Μαλ ΜακΑ ΜακΒʹ
ΤΟΙς αδελφοις τοις κατ' αιγυπτον ιουδαιοις χαιρειν οι αδελφοι οι εν ιεροσολυμοις ιουδαιοι και οι εν τη χωρα της ιουδαιας ειρηνην αγαθην 2 και αγαθοποιησαι υμιν ο θεος και μνησθειη της διαθηκης αυτου της προς αβρααμ και ισαακ και ιακωβ των δουλων αυτου των πιστων 3 και δωη υμιν καρδιαν πασιν εις το σεβεσθαι αυτον και ποιειν αυτου τα θεληματα καρδια μεγαλη και ψυχη βουλομενη 4 και διανοιξαι την καρδιαν υμων εν τω νομω αυτου και εν τοις προσταγμασιν και ειρηνην ποιησαι 5 και επακουσαι υμων των δεησεων και καταλλαγειη υμιν και μη υμας εγκαταλιποι εν καιρω πονηρω 6 και νυν ωδε εσμεν προσευχομενοι περι υμων 7 βασιλευοντος δημητριου ετους εκατοστου εξηκοστου ενατου ημεις οι ιουδαιοι γεγραφαμεν υμιν εν τη θλιψει και εν τη ακμη τη επελθουση ημιν εν τοις ετεσιν τουτοις αφ' ου απεστη ιασων και οι μετ' αυτου απο της αγιας γης και της βασιλειας 8 και ενεπυρισαν τον πυλωνα και εξεχεαν αιμα αθωον και εδεηθημεν του κυριου και εισηκουσθημεν και προσηνεγκαμεν θυσιαν και σεμιδαλιν και εξηψαμεν τους λυχνους και προεθηκαμεν τους αρτους 9 και νυν ινα αγητε τας ημερας της σκηνοπηγιας του χασελευ μηνος ετους εκατοστου ογδοηκοστου και ογδοου 10 οι εν ιεροσολυμοις και οι εν τη ιουδαια και η γερουσια και ιουδας αριστοβουλω διδασκαλω πτολεμαιου του βασιλεως οντι δε απο του των χριστων ιερεων γενους και τοις εν αιγυπτω ιουδαιοις χαιρειν και υγιαινειν 11 εκ μεγαλων κινδυνων υπο του θεου σεσωσμενοι μεγαλως ευχαριστουμεν αυτω ως αν προς βασιλεα παρατασσομενοι 12 αυτος γαρ εξεβρασεν τους παραταξαμενους εν τη αγια πολει
13 εις την περσιδα γενομενος γαρ ο ηγεμων και η περι αυτον ανυποστατος δοκουσα ειναι δυναμις κατεκοπησαν εν τω της ναναιας ιερω παραλογισμω χρησαμενων των περι την ναναιαν ιερεων 14 ως γαρ συνοικησων αυτη παρεγενετο εις τον τοπον ο τε αντιοχος και οι συν αυτω φιλοι χαριν του λαβειν τα χρηματα πλειονα εις φερνης λογον 15 και προθεντων αυτα των ιερεων του ναναιου κακεινου προσελθοντος μετ' ολιγων εις τον περιβολον του τεμενους συγκλεισαντες το ιερον ως εισηλθεν αντιοχος 16 ανοιξαντες την του φατνωματος κρυπτην θυραν βαλλοντες πετρους συνεκεραυνωσαν τον ηγεμονα και μελη ποιησαντες και τας κεφαλας αφελοντες τοις εξω παρερριψαν 17 κατα παντα ευλογητος ημων ο θεος ος παρεδωκεν τους ασεβησαντας 18 μελλοντες αγειν εν τω χασελευ πεμπτη και εικαδι τον καθαρισμον του ιερου δεον ηγησαμεθα διασαφησαι υμιν ινα και αυτοι αγητε σκηνοπηγιας και του πυρος οτε νεεμιας ο οικοδομησας το τε ιερον και το θυσιαστηριον ανηνεγκεν θυσιας 19 και γαρ οτε εις την περσικην ηγοντο ημων οι πατερες οι τοτε ευσεβεις ιερεις λαβοντες απο του πυρος του θυσιαστηριου λαθραιως κατεκρυψαν εν κοιλωματι φρεατος ταξιν εχοντος ανυδρον εν ω κατησφαλισαντο ωστε πασιν αγνωστον ειναι τον τοπον 20 διελθοντων δε ετων ικανων οτε εδοξεν τω θεω αποσταλεις νεεμιας υπο του βασιλεως της περσιδος τους εκγονους των ιερεων των αποκρυψαντων επεμψεν επι το πυρ ως δε διεσαφησαν ημιν μη ευρηκεναι πυρ αλλα υδωρ παχυ εκελευσεν αυτους αποβαψαντας φερειν 21 ως δε ανηνεχθη τα των θυσιων εκελευσεν τους ιερεις νεεμιας επιρραναι τω υδατι τα τε ξυλα και τα επικειμενα 22 ως δε εγενετο τουτο και χρονος διηλθεν ο τε ηλιος ανελαμψεν προτερον επινεφης ων ανηφθη πυρα μεγαλη ωστε θαυμασαι παντας 23 προσευχην δε εποιησαντο οι ιερεις δαπανωμενης της θυσιας οι τε ιερεις και παντες καταρχομενου ιωναθου των δε λοιπων επιφωνουντων ως νεεμιου 24 ην δε η προσευχη τον τροπον εχουσα τουτον κυριε κυριε ο θεος ο παντων κτιστης ο φοβερος και ισχυρος και δικαιος και ελεημων ο μονος βασιλευς και χρηστος
25 ο μονος χορηγος ο μονος δικαιος και παντοκρατωρ και αιωνιος ο διασωζων τον ισραηλ εκ παντος κακου ο ποιησας τους πατερας εκλεκτους και αγιασας αυτους 26 προσδεξαι την θυσιαν υπερ παντος του λαου σου ισραηλ και διαφυλαξον την μεριδα σου και καθαγιασον 27 επισυναγαγε την διασποραν ημων ελευθερωσον τους δουλευοντας εν τοις εθνεσιν τους εξουθενημενους και βδελυκτους επιδε και γνωτωσαν τα εθνη οτι συ ει ο θεος ημων 28 βασανισον τους καταδυναστευοντας και εξυβριζοντας εν υπερηφανια 29 καταφυτευσον τον λαον σου εις τον τοπον τον αγιον σου καθως ειπεν μωυσης

Loading...


30 οι δε ιερεις επεψαλλον τους υμνους 31 καθως δε ανηλωθη τα της θυσιας και το περιλειπομενον υδωρ ο νεεμιας εκελευσεν λιθους μειζονας καταχειν 32 ως δε τουτο εγενηθη φλοξ ανηφθη του δε απο του θυσιαστηριου αντιλαμψαντος φωτος εδαπανηθη 33 ως δε φανερον εγενηθη το πραγμα και διηγγελη τω βασιλει των περσων οτι εις τον τοπον ου το πυρ εκρυψαν οι μεταχθεντες ιερεις το υδωρ εφανη αφ' ου και οι περι τον νεεμιαν ηγνισαν τα της θυσιας 34 περιφραξας δε ο βασιλευς ιερον εποιησεν δοκιμασας το πραγμα 35 και οις εχαριζετο ο βασιλευς πολλα διαφορα ελαμβανεν και μετεδιδου 36 προσηγορευσαν δε οι περι τον νεεμιαν τουτο νεφθαρ ο διερμηνευεται καθαρισμος καλειται δε παρα τοις πολλοις νεφθαι
Ματ Μάρ Λου Ίωά Άποσ Ρωμ ΚορΑʹ ΚορΒʹ Γαλ Έφε Φιλ Κολ ΘεσσΑʹ ΘεσσΒʹ ΤιμΑʹ ΤιμBʹ Τίτ Φιλήμ Έβρ Ίακ ΠετΑʹ ΠετBʹ ΊωάΑʹ ΊωάBʹ ΊωάΓʹ Ίού Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας