Γέν Ἔξ Λευ Ἀρι Δευτ Ἰησ Κριτ Ῥούθ ΒασΓʹ ΒασΒʹ ΒασΓ ΒασΔʹ ΠαραΑʹ ΠαραΒʹ ἜσδΑʹ ἜσδΒʹ Τωβ Ἰουδ Ἐσθήρ Ἰώβ Ψαλ Παρ Ἐκκλ Ἆσμα Σαλ Σει Ἠσα Ἱερ Θρῆ Βαρ Ἰεζ Δαν Ὡσηέ Ἰωήλ Ἀμώς Ὀβδ Ἰων Μιχ Ναο Ἀμβ Zeph Ἀγγ Zech Μαλ ΜακΑ ΜακΒʹ
ΑΣΜΑ ασματων ο εστιν τω σαλωμων 2 φιλησατω με απο φιληματων στοματος αυτου οτι αγαθοι μαστοι σου υπερ οινον 3 και οσμη μυρων σου υπερ παντα τα αρωματα μυρον εκκενωθεν ονομα σου δια τουτο νεανιδες ηγαπησαν σε 4 ειλκυσαν σε οπισω σου εις οσμην μυρων σου δραμουμεν εισηνεγκεν με ο βασιλευς εις το ταμιειον αυτου αγαλλιασωμεθα και ευφρανθωμεν εν σοι αγαπησομεν μαστους σου υπερ οινον ευθυτης ηγαπησεν σε 5 μελαινα ειμι και καλη θυγατερες ιερουσαλημ ως σκηνωματα κηδαρ ως δερρεις σαλωμων 6 μη βλεψητε με οτι εγω ειμι μεμελανωμενη οτι παρεβλεψεν με ο ηλιος υιοι μητρος μου εμαχεσαντο εν εμοι εθεντο με φυλακισσαν εν αμπελωσιν αμπελωνα εμον ουκ εφυλαξα 7 απαγγειλον μοι ον ηγαπησεν η ψυχη μου που ποιμαινεις που κοιταζεις εν μεσημβρια μηποτε γενωμαι ως περιβαλλομενη επ' αγελαις εταιρων σου 8 εαν μη γνως σεαυτην η καλη εν γυναιξιν εξελθε συ εν πτερναις των ποιμνιων και ποιμαινε τας εριφους σου επι σκηνωμασιν των ποιμενων 9 τη ιππω μου εν αρμασιν φαραω ωμοιωσα σε η πλησιον μου 10 τι ωραιωθησαν σιαγονες σου ως τρυγονες τραχηλος σου ως ορμισκοι 11 ομοιωματα χρυσιου ποιησομεν σοι μετα στιγματων του αργυριου 12 εως ου ο βασιλευς εν ανακλισει αυτου ναρδος μου εδωκεν οσμην αυτου 13 αποδεσμος της στακτης αδελφιδος μου εμοι ανα μεσον των μαστων μου αυλισθησεται 14 βοτρυς της κυπρου αδελφιδος μου εμοι εν αμπελωσιν εγγαδδι 15 ιδου ει καλη η πλησιον μου ιδου ει καλη οφθαλμοι σου περιστεραι 16 ιδου ει καλος ο αδελφιδος μου και γε ωραιος προς κλινη ημων συσκιος 17 δοκοι οικων ημων κεδροι φατνωματα ημων κυπαρισσοι
Ματ Μάρ Λου Ίωά Άποσ Ρωμ ΚορΑʹ ΚορΒʹ Γαλ Έφε Φιλ Κολ ΘεσσΑʹ ΘεσσΒʹ ΤιμΑʹ ΤιμBʹ Τίτ Φιλήμ Έβρ Ίακ ΠετΑʹ ΠετBʹ ΊωάΑʹ ΊωάBʹ ΊωάΓʹ Ίού Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας