Γέν Ἔξ Λευ Ἀρι Δευτ Ἰησ Κριτ Ῥούθ ΒασΓʹ ΒασΒʹ ΒασΓ ΒασΔʹ ΠαραΑʹ ΠαραΒʹ ἜσδΑʹ ἜσδΒʹ Τωβ Ἰουδ Ἐσθήρ Ἰώβ Ψαλ Παρ Ἐκκλ Ἆσμα Σαλ Σει Ἠσα Ἱερ Θρῆ Βαρ Ἰεζ Δαν Ὡσηέ Ἰωήλ Ἀμώς Ὀβδ Ἰων Μιχ Ναο Ἀμβ Zeph Ἀγγ Zech Μαλ ΜακΑ ΜακΒʹ
ΤΑΥΤΑ τα ονοματα των υιων ισραηλ των εισπεπορευμενων εις αιγυπτον αμα ιακωβ τω πατρι αυτων εκαστος πανοικια αυτων εισηλθοσαν

Loading...


2 ρουβην συμεων λευι ιουδας

Loading...


3 ισσαχαρ ζαβουλων και βενιαμιν 4 δαν και νεφθαλι γαδ και ασηρ 5 ιωσηφ δε ην εν αιγυπτω ησαν δε πασαι ψυχαι εξ ιακωβ πεντε και εβδομηκοντα

Loading...


6 ετελευτησεν δε ιωσηφ και παντες οι αδελφοι αυτου και πασα η γενεα εκεινη 7 οι δε υιοι ισραηλ ηυξηθησαν και επληθυνθησαν και χυδαιοι εγενοντο και κατισχυον σφοδρα σφοδρα επληθυνεν δε η γη αυτους

Loading...


8 ανεστη δε βασιλευς ετερος επ' αιγυπτον ος ουκ ηδει τον ιωσηφ 9 ειπεν δε τω εθνει αυτου ιδου το γενος των υιων ισραηλ μεγα πληθος και ισχυει υπερ ημας 10 δευτε ουν κατασοφισωμεθα αυτους μηποτε πληθυνθη και ηνικα αν συμβη ημιν πολεμος προστεθησονται και ουτοι προς τους υπεναντιους και εκπολεμησαντες ημας εξελευσονται εκ της γης 11 και επεστησεν αυτοις επιστατας των εργων ινα κακωσωσιν αυτους εν τοις εργοις και ωκοδομησαν πολεις οχυρας τω φαραω την τε πιθωμ και ραμεσση και ων η εστιν ηλιου πολις

Loading...


12 καθοτι δε αυτους εταπεινουν τοσουτω πλειους εγινοντο και ισχυον σφοδρα σφοδρα και εβδελυσσοντο οι αιγυπτιοι απο των υιων ισραηλ
13 και κατεδυναστευον οι αιγυπτιοι τους υιους ισραηλ βια

Οι Εβραίοι σκλάβοι

Οι Εβραίοι σκλάβοι

και κατεδυναστευον οι αιγυπτιοι τους υιους ισραηλ βια

14 και κατωδυνων αυτων την ζωην εν τοις εργοις τοις σκληροις τω πηλω και τη πλινθεια και πασι τοις εργοις τοις εν τοις πεδιοις κατα παντα τα εργα ων κατεδουλουντο αυτους μετα βιας

Loading...


15 και ειπεν ο βασιλευς των αιγυπτιων ταις μαιαις των εβραιων τη μια αυτων η ονομα σεπφωρα και το ονομα της δευτερας φουα 16 και ειπεν οταν μαιουσθε τας εβραιας και ωσιν προς τω τικτειν εαν μεν αρσεν η αποκτεινατε αυτο εαν δε θηλυ περιποιεισθε αυτο

Loading...


17 εφοβηθησαν δε αι μαιαι τον θεον και ουκ εποιησαν καθοτι συνεταξεν αυταις ο βασιλευς αιγυπτου και εζωογονουν τα αρσενα

Loading...


18 εκαλεσεν δε ο βασιλευς αιγυπτου τας μαιας και ειπεν αυταις τι οτι εποιησατε το πραγμα τουτο και εζωογονειτε τα αρσενα 19 ειπαν δε αι μαιαι τω φαραω ουχ ως γυναικες αιγυπτου αι εβραιαι τικτουσιν γαρ πριν η εισελθειν προς αυτας τας μαιας και ετικτον 20 ευ δε εποιει ο θεος ταις μαιαις και επληθυνεν ο λαος και ισχυεν σφοδρα 21 επειδη εφοβουντο αι μαιαι τον θεον εποιησαν εαυταις οικιας 22 συνεταξεν δε φαραω παντι τω λαω αυτου λεγων παν αρσεν ο εαν τεχθη τοις εβραιοις εις τον ποταμον ριψατε και παν θηλυ ζωογονειτε αυτο
Ματ Μάρ Λου Ίωά Άποσ Ρωμ ΚορΑʹ ΚορΒʹ Γαλ Έφε Φιλ Κολ ΘεσσΑʹ ΘεσσΒʹ ΤιμΑʹ ΤιμBʹ Τίτ Φιλήμ Έβρ Ίακ ΠετΑʹ ΠετBʹ ΊωάΑʹ ΊωάBʹ ΊωάΓʹ Ίού Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας