Γέν Ἔξ Λευ Ἀρι Δευτ Ἰησ Κριτ Ῥούθ ΒασΓʹ ΒασΒʹ ΒασΓ ΒασΔʹ ΠαραΑʹ ΠαραΒʹ ἜσδΑʹ ἜσδΒʹ Τωβ Ἰουδ Ἐσθήρ Ἰώβ Ψαλ Παρ Ἐκκλ Ἆσμα Σαλ Σει Ἠσα Ἱερ Θρῆ Βαρ Ἰεζ Δαν Ὡσηέ Ἰωήλ Ἀμώς Ὀβδ Ἰων Μιχ Ναο Ἀμβ Zeph Ἀγγ Zech Μαλ ΜακΑ ΜακΒʹ
ΒΙΒΛΟς λογων τωβιτ του τωβιηλ του ανανιηλ του αδουηλ του γαβαηλ εκ του σπερματος ασιηλ εκ της φυλης νεφθαλιμ 2 ος ηχμαλωτευθη εν ημεραις ενεμεσσαρου του βασιλεως ασσυριων εκ θισβης η εστιν εκ δεξιων κυδιως της νεφθαλιμ εν τη γαλιλαια υπερανω ασηρ

Loading...


3 εγω τωβιτ οδοις αληθειας επορευομην και δικαιοσυνης πασας τας ημερας της ζωης μου και ελεημοσυνας πολλας εποιησα τοις αδελφοις μου και τω εθνει τοις συμπορευθεισιν μετ' εμου εις χωραν ασσυριων εις νινευη 4 και οτε ημην εν τη χωρα μου εν τη γη ισραηλ νεωτερου μου οντος πασα φυλη του νεφθαλιμ του πατρος μου απεστη απο του οικου ιεροσολυμων της εκλεγεισης απο πασων των φυλων ισραηλ εις το θυσιαζειν πασας τας φυλας και ηγιασθη ο ναος της κατασκηνωσεως του υψιστου και ωκοδομηθη εις πασας τας γενεας του αιωνος 5 και πασαι αι φυλαι αι συναποστασαι εθυον τη βααλ τη δαμαλει και ο οικος νεφθαλιμ του πατρος μου

Loading...


6 καγω μονος επορευομην πλεονακις εις ιεροσολυμα εν ταις εορταις καθως γεγραπται παντι τω ισραηλ εν προσταγματι αιωνιω τας απαρχας και τας δεκατας των γενηματων και τας πρωτοκουριας εχων 7 και εδιδουν αυτας τοις ιερευσιν τοις υιοις ααρων προς το θυσιαστηριον παντων των γενηματων την δεκατην εδιδουν τοις υιοις λευι τοις θεραπευουσιν εν ιερουσαλημ και την δευτεραν δεκατην απεπρατιζομην και επορευομην και εδαπανων αυτα εν ιεροσολυμοις καθ' εκαστον ενιαυτον 8 και την τριτην εδιδουν οις καθηκει καθως ενετειλατο δεββωρα η μητηρ του πατρος μου διοτι ορφανος κατελειφθην υπο του πατρος μου 9 και οτε εγενομην ανηρ ελαβον ανναν γυναικα εκ του σπερματος της πατριας ημων και εγεννησα εξ αυτης τωβιαν 10 και οτε ηχμαλωτισθην εις νινευη παντες οι αδελφοι μου και οι εκ του γενους μου ησθιον εκ των αρτων των εθνων 11 εγω δε συνετηρησα την ψυχην μου μη φαγειν 12 καθοτι εμεμνημην του θεου εν ολη τη ψυχη μου
13 και εδωκεν ο υψιστος χαριν και μορφην ενωπιον ενεμεσσαρου και ημην αυτου αγοραστης 14 και επορευομην εις την μηδιαν και παρεθεμην γαβαηλω τω αδελφω γαβρια εν ραγοις της μηδιας αργυριου ταλαντα δεκα 15 και οτε απεθανεν ενεμεσσαρος εβασιλευσεν σενναχηριμ ο υιος αυτου αντ' αυτου και αι οδοι αυτου ηκαταστατησαν και ουκετι ηδυνασθην πορευθηναι εις την μηδιαν 16 και εν ταις ημεραις ενεμεσσαρου ελεημοσυνας πολλας εποιουν τοις αδελφοις μου 17 τους αρτους μου εδιδουν τοις πεινωσιν και τα ιματια μου τοις γυμνοις και ει τινα εκ του γενους μου εθεωρουν τεθνηκοτα και ερριμμενον οπισω του τειχους νινευη εθαπτον αυτον 18 και ει τινα απεκτεινεν σενναχηριμ ο βασιλευς οτε ηλθεν φευγων εκ της ιουδαιας εθαψα αυτους κλεπτων πολλους γαρ απεκτεινεν εν τω θυμω αυτου και εζητηθη υπο του βασιλεως τα σωματα και ουχ ευρεθη 19 πορευθεις δε εις των εν νινευη υπεδειξε τω βασιλει περι εμου οτι θαπτω αυτους και εκρυβην επιγνους δε οτι ζητουμαι αποθανειν φοβηθεις ανεχωρησα 20 και διηρπαγη παντα τα υπαρχοντα μου και ου κατελειφθη μοι ουδεν πλην αννας της γυναικος μου και τωβιου του υιου μου 21 και ου διηλθον ημεραι πεντηκοντα εως ου απεκτειναν αυτον οι δυο υιοι αυτου και εφυγον εις τα ορη αραρατ και εβασιλευσεν σαχερδονος ο υιος αυτου αντ' αυτου και εταξεν αχιαχαρον τον αναηλ υιον του αδελφου μου επι πασαν την εκλογιστιαν της βασιλειας αυτου και επι πασαν την διοικησιν

Loading...


22 και ηξιωσεν αχιαχαρος περι εμου και ηλθον εις νινευη αχιαχαρος δε ην ο οινοχοος και επι του δακτυλιου και διοικητης και εκλογιστης και κατεστησεν αυτον ο σαχερδονος εκ δευτερας ην δε εξαδελφος μου
Ματ Μάρ Λου Ίωά Άποσ Ρωμ ΚορΑʹ ΚορΒʹ Γαλ Έφε Φιλ Κολ ΘεσσΑʹ ΘεσσΒʹ ΤιμΑʹ ΤιμBʹ Τίτ Φιλήμ Έβρ Ίακ ΠετΑʹ ΠετBʹ ΊωάΑʹ ΊωάBʹ ΊωάΓʹ Ίού Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας