Γέν Ἔξ Λευ Ἀρι Δευτ Ἰησ Κριτ Ῥούθ ΒασΓʹ ΒασΒʹ ΒασΓ ΒασΔʹ ΠαραΑʹ ΠαραΒʹ ἜσδΑʹ ἜσδΒʹ Τωβ Ἰουδ Ἐσθήρ Ἰώβ Ψαλ Παρ Ἐκκλ Ἆσμα Σαλ Σει Ἠσα Ἱερ Θρῆ Βαρ Ἰεζ Δαν Ὡσηέ Ἰωήλ Ἀμώς Ὀβδ Ἰων Μιχ Ναο Ἀμβ Zeph Ἀγγ Zech Μαλ ΜακΑ ΜακΒʹ
ΚΑΙ ενισχυσεν σαλωμων υιος δαυιδ επι την βασιλειαν αυτου και κυριος ο θεος αυτου μετ' αυτου και εμεγαλυνεν αυτον εις υψος 2 και ειπεν σαλωμων προς παντα ισραηλ τοις χιλιαρχοις και τοις εκατονταρχοις και τοις κριταις και πασιν τοις αρχουσιν εναντιον ισραηλ τοις αρχουσι των πατριων 3 και επορευθη σαλωμων και πασα η εκκλησια μετ' αυτου εις την υψηλην την εν γαβαων ου εκει ην η σκηνη του μαρτυριου του θεου ην εποιησεν μωυσης παις κυριου εν τη ερημω 4 αλλα κιβωτον του θεου ανηνεγκεν δαυιδ εκ πολεως καριαθιαριμ οτι ητοιμασεν αυτη σκηνην εις ιερουσαλημ

Loading...


5 και το θυσιαστηριον το χαλκουν ο εποιησεν βεσελεηλ υιος ουριου υιου ωρ εκει ην εναντι της σκηνης κυριου και εξεζητησεν αυτο σαλωμων και η εκκλησια

Loading...


6 και ανηνεγκεν εκει σαλωμων επι το θυσιαστηριον το χαλκουν ενωπιον κυριου το εν τη σκηνη και ανηνεγκεν επ' αυτο ολοκαυτωσιν χιλιαν 7 εν τη νυκτι εκεινη ωφθη ο θεος τω σαλωμων και ειπεν αυτω αιτησαι τι σοι δω 8 και ειπεν σαλωμων προς τον θεον συ εποιησας μετα δαυιδ του πατρος μου ελεος μεγα και εβασιλευσας με αντ' αυτου 9 και νυν κυριε ο θεος πιστωθητω το ονομα σου επι δαυιδ πατερα μου οτι συ εβασιλευσας με επι λαον πολυν ως ο χους της γης

Loading...


10 νυν σοφιαν και συνεσιν δος μοι και εξελευσομαι ενωπιον του λαου τουτου και εισελευσομαι οτι τις κρινει τον λαον σου τον μεγαν τουτον

Loading...


11 και ειπεν ο θεος προς σαλωμων ανθ' ων εγενετο τουτο εν τη καρδια σου και ουκ ητησω πλουτον χρηματων ουδε δοξαν ουδε την ψυχην των υπεναντιων και ημερας πολλας ουκ ητησω και ητησας σεαυτω σοφιαν και συνεσιν οπως κρινης τον λαον μου εφ' ον εβασιλευσα σε επ' αυτον

Σολομών

Σολομών

και ειπεν ο θεος προς σαλωμων ανθ' ων εγενετο τουτο εν τη καρδια σου και ουκ ητησω πλουτον χρηματων ουδε δοξαν ουδε την ψυχην των υπεναντιων και ημερας πολλας ουκ ητησω και ητησας σεαυτω σοφιαν και συνεσιν οπως κρινης τον λαον μου εφ' ον εβασιλευσα σε επ' αυτον

12 την σοφιαν και την συνεσιν διδωμι σοι και πλουτον και χρηματα και δοξαν δωσω σοι ως ουκ εγενηθη ομοιος σοι εν τοις βασιλευσι τοις εμπροσθε σου και μετα σε ουκ εσται ουτως
13 και ηλθεν σαλωμων εκ βαμα της εν γαβαων εις ιερουσαλημ απο προσωπου σκηνης μαρτυριου και εβασιλευσεν επι ισραηλ 14 και συνηγαγεν σαλωμων αρματα και ιππεις και εγενοντο αυτω χιλια και τετρακοσια αρματα και δωδεκα χιλιαδες ιππεων και κατελιπεν αυτα εν πολεσιν των αρματων και ο λαος μετα του βασιλεως εν ιερουσαλημ

Loading...


15 και εθηκεν ο βασιλευς το χρυσιον και το αργυριον εν ιερουσαλημ ως λιθους και τας κεδρους εν τη ιουδαια ως συκαμινους τας εν τη πεδινη εις πληθος 16 και η εξοδος των ιππων των σαλωμων εξ αιγυπτου και η τιμη των εμπορων του βασιλεως εμπορευεσθαι ηγοραζον 17 και ανεβαινον και εξηγον εξ αιγυπτου αρμα εν εξακοσιων αργυριου και ιππον εκατον και πεντηκοντα και ουτως πασιν τοις βασιλευσιν των χετταιων και βασιλευσιν συριας εν χερσιν αυτων εφερον 18 και ειπεν σαλωμων του οικοδομησαι οικον τω ονοματι κυριου και οικον τη βασιλεια αυτου
Ματ Μάρ Λου Ίωά Άποσ Ρωμ ΚορΑʹ ΚορΒʹ Γαλ Έφε Φιλ Κολ ΘεσσΑʹ ΘεσσΒʹ ΤιμΑʹ ΤιμBʹ Τίτ Φιλήμ Έβρ Ίακ ΠετΑʹ ΠετBʹ ΊωάΑʹ ΊωάBʹ ΊωάΓʹ Ίού Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας