Γέν Ἔξ Λευ Ἀρι Δευτ Ἰησ Κριτ Ῥούθ ΒασΓʹ ΒασΒʹ ΒασΓ ΒασΔʹ ΠαραΑʹ ΠαραΒʹ ἜσδΑʹ ἜσδΒʹ Τωβ Ἰουδ Ἐσθήρ Ἰώβ Ψαλ Παρ Ἐκκλ Ἆσμα Σαλ Σει Ἠσα Ἱερ Θρῆ Βαρ Ἰεζ Δαν Ὡσηέ Ἰωήλ Ἀμώς Ὀβδ Ἰων Μιχ Ναο Ἀμβ Zeph Ἀγγ Zech Μαλ ΜακΑ ΜακΒʹ
ΠΑΥΛΟς και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν οφειλομεν τω θεω παντοτε περι υμων αδελφοι καθως αξιον εστιν οτι υπεραυξανει η πιστις υμων και πλεοναζει η αγαπη ενος εκαστου παντων υμων εις αλληλους 4 ωστε ημας αυτους εν υμιν καυχασθαι εν ταις εκκλησιαις του θεου υπερ της υπομονης υμων και πιστεως εν πασιν τοις διωγμοις υμων και ταις θλιψεσιν αις ανεχεσθε 5 ενδειγμα της δικαιας κρισεως του θεου εις το καταξιωθηναι υμας της βασιλειας του θεου υπερ ης και πασχετε 6 ειπερ δικαιον παρα θεω ανταποδουναι τοις θλιβουσιν υμας θλιψιν 7 και υμιν τοις θλιβομενοις ανεσιν μεθ ημων εν τη αποκαλυψει του κυριου ιησου απ ουρανου μετ αγγελων δυναμεως αυτου 8 εν πυρι φλογος διδοντος εκδικησιν τοις μη ειδοσιν θεον και τοις μη υπακουουσιν τω ευαγγελιω του κυριου ημων ιησου χριστου 9 οιτινες δικην τισουσιν ολεθρον αιωνιον απο προσωπου του κυριου και απο της δοξης της ισχυος αυτου 10 οταν ελθη ενδοξασθηναι εν τοις αγιοις αυτου και θαυμασθηναι εν πασιν τοις πιστευουσιν οτι επιστευθη το μαρτυριον ημων εφ υμας εν τη ημερα εκεινη 11 εις ο και προσευχομεθα παντοτε περι υμων ινα υμας αξιωση της κλησεως ο θεος ημων και πληρωση πασαν ευδοκιαν αγαθωσυνης και εργον πιστεως εν δυναμει 12 οπως ενδοξασθη το ονομα του κυριου ημων ιησου χριστου εν υμιν και υμεις εν αυτω κατα την χαριν του θεου ημων και κυριου ιησου χριστου
Ματ Μάρ Λου Ίωά Άποσ Ρωμ ΚορΑʹ ΚορΒʹ Γαλ Έφε Φιλ Κολ ΘεσσΑʹ ΘεσσΒʹ ΤιμΑʹ ΤιμBʹ Τίτ Φιλήμ Έβρ Ίακ ΠετΑʹ ΠετBʹ ΊωάΑʹ ΊωάBʹ ΊωάΓʹ Ίού Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας