Γέν Ἔξ Λευ Ἀρι Δευτ Ἰησ Κριτ Ῥούθ ΒασΓʹ ΒασΒʹ ΒασΓ ΒασΔʹ ΠαραΑʹ ΠαραΒʹ ἜσδΑʹ ἜσδΒʹ Τωβ Ἰουδ Ἐσθήρ Ἰώβ Ψαλ Παρ Ἐκκλ Ἆσμα Σαλ Σει Ἠσα Ἱερ Θρῆ Βαρ Ἰεζ Δαν Ὡσηέ Ἰωήλ Ἀμώς Ὀβδ Ἰων Μιχ Ναο Ἀμβ Zeph Ἀγγ Zech Μαλ ΜακΑ ΜακΒʹ
ΠΑΥΛΟς και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστω χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 2 ευχαριστουμεν τω θεω παντοτε περι παντων υμων μνειαν υμων ποιουμενοι επι των προσευχων ημων 3 αδιαλειπτως μνημονευοντες υμων του εργου της πιστεως και του κοπου της αγαπης και της υπομονης της ελπιδος του κυριου ημων ιησου χριστου εμπροσθεν του θεου και πατρος ημων 4 ειδοτες αδελφοι ηγαπημενοι υπο θεου την εκλογην υμων 5 οτι το ευαγγελιον ημων ουκ εγενηθη εις υμας εν λογω μονον αλλα και εν δυναμει και εν πνευματι αγιω και εν πληροφορια πολλη καθως οιδατε οιοι εγενηθημεν εν υμιν δι υμας 6 και υμεις μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρας πνευματος αγιου 7 ωστε γενεσθαι υμας τυπους πασιν τοις πιστευουσιν εν τη μακεδονια και τη αχαια 8 αφ υμων γαρ εξηχηται ο λογος του κυριου ου μονον εν τη μακεδονια και αχαια αλλα και εν παντι τοπω η πιστις υμων η προς τον θεον εξεληλυθεν ωστε μη χρειαν ημας εχειν λαλειν τι 9 αυτοι γαρ περι ημων απαγγελλουσιν οποιαν εισοδον {VAR1: εχομεν } {VAR2: εσχομεν } προς υμας και πως επεστρεψατε προς τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω 10 και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ νεκρων ιησουν τον ρυομενον ημας απο της οργης της ερχομενης
Ματ Μάρ Λου Ίωά Άποσ Ρωμ ΚορΑʹ ΚορΒʹ Γαλ Έφε Φιλ Κολ ΘεσσΑʹ ΘεσσΒʹ ΤιμΑʹ ΤιμBʹ Τίτ Φιλήμ Έβρ Ίακ ΠετΑʹ ΠετBʹ ΊωάΑʹ ΊωάBʹ ΊωάΓʹ Ίού Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας